Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἐγὼ δ᾿ ἴδιος ἐν κοινῷ σταλείς: ἐγὼ δὴ οὖν, [*]() οὐχ ὡς ἀλλότριός τις, ἀλλ᾿ ὡς ἴδιος καὶ κοινὸς ἐν ὑμῖν, παρ᾿ οἷς καὶ τὴν σύνεσιν τῶν προγόνων ὑμῶν λέγων | καὶ [*]() τὰ ἀνδραγαθήματα τῶν παρ᾿ ὑμῖν ἡρώων τὰ κατὰ πόλεμον καὶ αὐτὰ λέγων, οὐδὲν ἀλλότριον διαψεύσομαι τῆς Κορίνθου.[*]()

b. ἄλλως· ὡς ἴδιος, τουτέστιν ὡς εἷς ἐξ ὑμῶν ἀποσταλεὶς καὶ προκριθεὶς τὴν βούλησιν τῶν ὑμετέρων προγόνων καὶ τὸν ἡρωικὸν πόλεμον οὐ ψεύσομαι περὶ τῆς Κορίνθου γαρύων, τουτέστι φωνῶν καὶ λέγων. | μῆτιν δὲ [*]() παλαιγόνων ἔφη τὴν Σισύφου. ἱστορεῖται γὰρ γεγονέναι συνετός. Ὅμηρος (Ζ 153)·

ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾿ ἀνδρῶν.[*]()

c. ἄλλως· οὐκ ἀλλότριός τις ὑμῶν ἀλλ᾿ οἰκεῖος, οὐκ ἴδιος [*]()δὲ κατὰ γένος.[*]()

d. ἄλλως· ἐν κοινῷ: ἐν ὑμῖν. [*]()

e. ἢ οὕτως· κοινοῦ ὄντος τοῦ ἐγκωμιάζειν οὐκ ἐχρησάμην τῇ κοινότητι.[*]()