Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. ἄλλως· πρόθυρον καὶ θύρας εἰώθασι καλεῖν τὴν Κόρινθον διὰ τὸ ἀρχὴν ἢ τέλος εἶναι τῆς Πελοποννήσου. Βακχυλίδης (c. I, 14)· ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι.

[*]()d. ἢ οὕτως· ἐπεὶ ἀρχὴ μὲν τοῖς ἀπὸ τῆς Ἑλλάδος εἰς Πελοπόννησον πορευομένοις, ἐσχάτη δὲ τῆς Πελοποννήσου.[*]()

[*]()a. ἐν τᾷ γὰρ Εὐνομία ναίει: ἐν γὰρ ταύτῃ, τῇ Κορίνθῳ, οἰκεῖ ἡ Εὐνομία καὶ ἀδελφὴ αὐτῆς ὁμότροφος Εἰρήνη· ὡς Ἡσίοδος (theog. 901)·

δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.

b. βάθρον πολίων: ἐφ᾿ ὧν πᾶσα πόλις ἀσφαλῶς βέβηκεν.

[*]()c. Εὐνομία, Δίκη, Εἰρήνη ἀδελφαὶ ἐκ Θέμιδος.