Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον: [*]() τὸν αἰετόν· φησὶ δὲ τὸ κατὰ τοὺς ναοὺς τῶν θεῶν ἀέτωμα. τίς οὖν, φησιν, ἐν τοῖς ναοῖς τῶν θεῶν τὸν βασιλέα τῶν ὀρνίθων ἐπέθηκε, τὸ λεγόμενον ἀέτωμα; δίδυμον δέ φησιν, ὅτι διπλᾶ τὰ ἀετώματα, ὄπισθεν καὶ ἔμπροσθεν, διὰ τὸ ἐξ

1.364
[*]() ἑκατέρων τῶν μερῶν κατασκευάζεσθαι αὐτά.

b. ἄλλως· οἰωνῶν βασιλέα: ὁ ἀετὸς οἰωνῶν βασιλεύς ἐστιν ὁ ἐπὶ [*]() τῶν ἱερῶν τιθέμενος. τινὲς δὲ τὸ ἀέτωμα λέγουσιν, | ὥς φησι Δίδυμος παρατιθέμενος Τίμαιον (FHG I, 202) λέγοντα· [*]() | καὶ τοῦτο ἐν ταῖς οἰκοδομίαις αὐτῶν εὕρημα, ταύτην ἀποδοὺς τὴν ἐξήγησιν τῶν προκειμένων.[*]()

[*]()a. ἐν δὲ Μοῖσ᾿ ἁδύπνοος: ποῦ δὲ ἡ μουσικὴ ἀνθεῖ καὶ τὰ πολεμικὰ ἀλλαχοῦ; τοῦτο δὲ διὰ τὸν Εὔμολπον ὄντα Κορίνθιον καὶ γράψαντα νόστον τῶν Ἑλλήνων.[*]()

[*]()b. ἀντὶ τοῦ μουσικοί εἰσι· παρόσον καὶ ποιηταὶ διασημότατοι ἐν Κορίνθῳ ἐγένοντο, ὧν ἦν καὶ Αἴσων, οὗ μέμνηται Σιμωνίδης (fr. 215). ἐν δὲ τῷ Περσικῷ πολέμῳ καὶ οὗτοι ἐστρατεύσαντο ἔχοντες ἡγεμόνα Ἀδείμαντον.[*]()