Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. ἄλλως· τοῦτο [*]() ἐν ἤθει φησίν· | ὅπου, φησὶν, ὤφθησαν αἱ ἐπὶ τῶν διθυράμβων χάριτες; δηλονότι ἐν Κορίνθῳ.
[*]()a. τίς γὰρ ἱππείοις ἐν ἔντεσι μέτρα: τουτέστι τὰ ἵππεια μέτρα τοῦ χαλινοῦ. ἀποδεδώκασι δὲ τῷ δοκεῖν τὸν Πήγασον πρῶτον ὑπὸ Βελλεροφόντου ἐν Κορίνθῳ κατεζεῦχθαι. Δίδυμος δέ φησι μήτε τοὺς ἱππικοὺς δρόμους μήτε τὰς τῶν ἁρμάτων κατασκευὰς μήτε τὸν χαλινὸν διὰ τούτων δηλοῦσθαι, ἀλλὰ τὸν κεραμεικὸν τροχὸν, ἐκ μεταφορᾶς διχόθεν μετενηνεγμένης, τοῦτο μὲν ὅτι ἵπποις οἰκεῖος ὁ τροχὸς, τοῦτο δὲ ὅτι ἑκατέρωθεν ἐλαύνεται ὑπὸ ποδὸς πτέρνης. Καλλίμαχος (fr. 263)· πτέρνῃ θ᾿ ἵππος ἐλαυνόμενος. [*]()