Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. σὺν βοηλάτᾳ: βοηλάτην τὸν διθύραμβον προσαγορεύει, [*]() ἤτοι διὰ τὸ βοῦν εἶναι τῷ νικήσαντι ἔπαθλον· ἱερὸς γὰρ τοῦ Διονύσου· ἢ διὰ τὸ ἐλαύνεσθαι αὐτὸν διὰ βοῆς καὶ λέγεσθαι.[*]()

b. Χάριτες διθυράμβῳ: οὕτως ἀκουστέον· αἱ τοῦ [*]() Διονύσου διθυράμβων ἐν Κορίνθῳ ἐφάνησαν χάριτες, τουτέστι τὸ σπουδαιότατον τῶν Διονύσου διθυράμβων ἐν Κορίνθῳ πρῶτον ἐφάνη· ἐκεῖ γὰρ ὡράθη ὁ χορὸς ὀρχούμενος·

1.362
ἔστησε δὲ αὐτὸν πρῶτος Ἀρίων ὁ Μηθυμναῖος, εἶτα Λάσος [*]() ὁ Ἑρμιονεύς.

c. ἄλλως. ὁ λόγος ἐρωτηματικὸς, ὑπακούεται [*]() δὲ δηλονότι· ἐκ Κορίνθου. | συνίστησι γὰρ ὅτι πρῶτος ἐν Κορίνθῳ διθύραμβος εἰσήχθη, ὃς ἦν κύκλιος χορὸς, [*]() Ἀρίωνος τοῦ Μηθυμναίου συστήσαντος αὐτόν.

d. ἡ δὲ ἀκολουθία· αἱ τοῦ Διονύσου δὴ οὖν χάριτες ὁ διθύραμβος ποῦ πρῶτον ἐξεφάνη; οὐκ ἀπὸ Κορίνθου;

e. ἄλλως· τοῦτο [*]() ἐν ἤθει φησίν· | ὅπου, φησὶν, ὤφθησαν αἱ ἐπὶ τῶν διθυράμβων χάριτες; δηλονότι ἐν Κορίνθῳ.