Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους. [*]() πῶς δὲ παῖδες Ἀλήτου οἱ Κορίνθιοι; Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους, οὗτος ἐκράτησε Κορίνθου. διόπερ παῖδας Ἀλήτου εἶπε τοὺς Κορινθίους ὡς

1.360
[*]() ἀπογόνους.

c. ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. Ἀλήτης γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τριακοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν.[*]()