Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

καὶ πᾶσαν τὴν Ἑλλάδα ἐπιπορευόμενος εὑρήσεις [*]() μείζονα ἔργα πεποιηκότα αὐτὸν ἢ ὡς δύνασαι ἰδεῖν.

μᾶσσον ἢ ὡς ἰδέμεν: τὸ πλῆθος τῶν στεφάνων, [*]() φησὶν, ἐκπέφευγε τὴν τῆς ὁράσεως μετάληψιν.

a. ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσίν: [εἶπε] [*]() τοῦτο πρὸς ἑαυτὸν παρακελευόμενος ἀποδραμεῖν ἀπὸ τούτων καὶ καταπαῦσαι τὸν ὕμνον.

b. ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα.

c. δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι.

d. ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον.