Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ταί θ᾿ ὑπ᾿ Αἴτνας ὑψιλόφου: καὶ αἱ ὑπὸ τὴν Αἴτνην τὸ Σικελικὸν ὄρος πόλεις (πόλεις δὲ λέγει τὰς[*]() Συρακούσας) | μαρτυροῦσιν αὐτοῦ τῇ ἀνδρείᾳ· Ἴσθμια γὰρ[*]() ἐν αὐταῖς τελεῖται, ἃ καὶ ἐνίκησε Ξενοφῶν.

b. ἄλλως· ταί θ᾿ ὑπ᾿ Αἴτνας: τῆς Σικελίας [πόλεις]· ἐκεῖ γὰρ ἄγεται ἀγὼν Νέμεα καλούμενος.

c. ἢ οὕτως· ἐν Συρακούσαις [*]() ἄγεται Ἴσθμια | ὡς ἐν Κορίνθῳ· ἄποικοι γὰρ Κορινθίων Συρακούσιοι.