Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Τρισολυμπιονίκαν: παρόσον τρεῖς νίκας αὐτοῖς [*]() συμβέβηκε γενέσθαι, τῷ μὲν παιδὶ δύο κατὰ τὴν αὐτὴν ἡμέραν, πεντάθλῳ καὶ σταδίῳ ἀγωνισαμένῳ, τῷ δὲ πατρὶ Θεσσαλῷ τοὔνομα πρῶτον ἐν τῇ ξθ΄ Ὀλυμπιάδι.

b. τὸν τρισολυμπιονίκην οἶκον ἐπαινῶν τὸν πρᾷον μὲν πρὸς τοὺς πολίτας, φιλοξενώτατον δὲ πρὸς τοὺς ξένους, εἰς γνῶσιν ἄξω καὶ ὑμνήσω διὰ τούτων καὶ τὴν εὐδαίμονα Κόρινθον, τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον, ἥτις ἀγλαοὺς κούρους καὶ ἄνδρας ἔχει.

c. ἀγλαόκουρον τὴν εὔανδρον λέγει.