Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ψευδῆ μεταμώνια τάμνοισαι: τὰ ψευδῆ μεταμώνια [*]() εἶπεν ἀντὶ τοῦ μετέωρα αἰρόμενα. τὸ δὲ τάμνοισαι ἀπὸ μεταφορᾶς τῶν νεῶν εἴληπται. | ὥσπερ γὰρ αἱ νῆες τρέχουσιν, [*]() οὕτως καὶ αἱ τῶν ἀνθρώπων ἐλπίδες ἀνὰ πολλὰ πράγματα φέρονται καὶ κυλίονται τοῖς πονήμασι, καὶ οὐδὲν ὧν ᾠήθησαν ἀληθὲς εὑρίσκουσι. τοῦτο δὲ πρὸς τὸν ὑμνούμενον, ἐπεὶ φυγὰς γενόμενος καὶ νομίσας δυστυχεῖν ἐνίκησε παρὰ προσδοκίαν.[*]()

a. σύμβολον: σύμβολον ἀρσενικῶς καὶ οὐδετέρως. [*]()

b. συμβόλους δὲ λέγομεν πταρμοὺς ἢ φήμας ἢ ἀπαντήσεις. ὡς Ἀρχίλοχος (fr. 44)· μετέρχομαί σε σύμβολον ποιούμενος.

1.352

[*]()c. σύμβολον δ᾿ οὔπω τις ἐπιχθονίων πιστόν: τοιγαροῦν, φησιν, οὐδεὶς τῶν ἀνθρώπων τεκμήριον ἢ σημεῖον δυνάμενον πιστώσασθαι περὶ τῶν ἐλπιζομένων πράξεων εὕρατο παρὰ θεοῦ, ὅτι πάντως ἐκβήσεται κατὰ τόνδε τὸν [*]() τρόπον ὡρισμένως.

d. ἄλλως· οὐδεὶς ἀνθρώπων πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεῶν σημεῖον. Φιλόχορος δὲ (FHG I, 416) τὰς ἐκ φήμης μαντείας, τουτέστι κληδόνας [*]() καὶ πταρμοὺς σύμβολόν φησι λέγεσθαι· | χρήσασθαι δὲ αὐτοῖς πρώτην Δήμητραν.[*]()