Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἤτοι ὅτι

1.351
ὀξέως ἡ ὀργὴ διανίσταται τῶν ἀνθρώπων, ἐξ ἧς ὁ πόλεμος.[*]()

αἵ γε μὲν ἀνδρῶν: ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως [*]() ἀποβαίνει, οὐδὲ εὐθυποροῦσιν αἱ ἐλπίδες, ἀλλὰ ποτὲ μὲν εἰς ὕψος φέρεται τὰ προσδοκώμενα ὡς τελευτηθησόμενα, ὁτὲ δὲ ῥίπτεται καὶ ταπεινοῦται.

a. πόλλ᾿ ἄνω, τὰ δ᾿ αὖ κάτω: πεπλανημένως. [*]()

b. διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. αἱ γοῦν τῶν ἀνθρώπων [*]() ἐλπίδες πολλάκις ἀντιστρόφῳ τῇ προσδοκίᾳ χρησάμεναι μάτην διεξῆλθον καὶ περισσῶς ἠλπίσθησαν.[*]()

ψευδῆ μεταμώνια τάμνοισαι: τὰ ψευδῆ μεταμώνια [*]() εἶπεν ἀντὶ τοῦ μετέωρα αἰρόμενα. τὸ δὲ τάμνοισαι ἀπὸ μεταφορᾶς τῶν νεῶν εἴληπται. | ὥσπερ γὰρ αἱ νῆες τρέχουσιν, [*]() οὕτως καὶ αἱ τῶν ἀνθρώπων ἐλπίδες ἀνὰ πολλὰ πράγματα φέρονται καὶ κυλίονται τοῖς πονήμασι, καὶ οὐδὲν ὧν ᾠήθησαν ἀληθὲς εὑρίσκουσι. τοῦτο δὲ πρὸς τὸν ὑμνούμενον, ἐπεὶ φυγὰς γενόμενος καὶ νομίσας δυστυχεῖν ἐνίκησε παρὰ προσδοκίαν.[*]()