Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Ἐργοτέλει Ἱμεραίῳ δολιχεῖ καὶ Ἴσθμια καὶ Πύθια.

[*]() Ἐργοτέλει Ἱμεραίῳ δολιχοδρόμῳ Πύθια καὶ Ἴσθμια, νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. sch. Inscr. B

[*]() Τοῦ ιβ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θ΄.

τὸ α΄ ἰαμβέλεγος λειπούσης τῆς πρώτης συλλαβῆς [ἢ τοῦ τέλους μετακειμένου ἐπὶ τὴν ἀρχήν]. τὸ β΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.

τὸ ε΄ Πινδαρικὸν ἐκ Στησιχορείου τρίμετρον ἀκατάληκτον.

τὸ ς΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετακειμένου.

τὸ ζ΄ Εὐριπίδειον. τὸ η΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ θ΄ Εὐριπίδειον.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γ΄ Εὐριπίδειον.

1.349
τὸ δ΄ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ προσοδιακὸν καὶ συλλαβή. τὸ ς΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἰαμβέλεγος τῆς πρώτης ἀφῃρημένης [ἢ τοῦ τέλους μετακειμένου]. τὸ η΄ Πινδαρικὸν ἀπὸ Στησιχορείου.

τὸ θ΄ Στησιχόρειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 1 B

Inscr. a. Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζ΄ καὶ [*]() τὴν ἑξῆς οθ΄, Πυθιάδα δὲ κε΄ καὶ Ἴσθμια ὁμοίως. αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κρώσιος· φυγαδευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικελίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γραφεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανερὸν δὲ ὅτι καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν Ἱμέραν.

Inscr. b. Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως [*]() Kνωσσοῦ, ὃς ἠγωνίσατο ἑβδομηκοστὴν ἑβδόμην Ὀλυμπιάδα καὶ τὴν ἑξῆς Πυθιάδα εἰκοστὴν ἐννάτην. στασιαζομένης δὲ τῆς πόλεως φυγὰς εἰς Ἱμέραν πόλιν Σικελιωτικὴν ἀπῆλθε, καὶ καταλαβὼν πάλιν τὰ ἐν Σικελίᾳ πράγματα στασιαζόμενα πρὸς Γέλωνος καὶ Ἱέρωνος, ἐκδεξάμενος εἰρήνην ἐνίκησε.

1.350
διὸ πρὸς τὴν Εἰρήνην ἀποτείνεται ἐν τῷ προοιμίῳ ὡς αἰτίαν γενομένην τῷ νικηφόρῳ τῆς νίκης.

c. Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. ἐκ ταύτης δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός.

d. ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐνταῦθα. metr. B