Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Inscr. a. Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζ΄ καὶ [*]() τὴν ἑξῆς οθ΄, Πυθιάδα δὲ κε΄ καὶ Ἴσθμια ὁμοίως. αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κρώσιος· φυγαδευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικελίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γραφεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανερὸν δὲ ὅτι καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν Ἱμέραν.

Inscr. b. Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως [*]() Kνωσσοῦ, ὃς ἠγωνίσατο ἑβδομηκοστὴν ἑβδόμην Ὀλυμπιάδα καὶ τὴν ἑξῆς Πυθιάδα εἰκοστὴν ἐννάτην. στασιαζομένης δὲ τῆς πόλεως φυγὰς εἰς Ἱμέραν πόλιν Σικελιωτικὴν ἀπῆλθε, καὶ καταλαβὼν πάλιν τὰ ἐν Σικελίᾳ πράγματα στασιαζόμενα πρὸς Γέλωνος καὶ Ἱέρωνος, ἐκδεξάμενος εἰρήνην ἐνίκησε.

1.350
διὸ πρὸς τὴν Εἰρήνην ἀποτείνεται ἐν τῷ προοιμίῳ ὡς αἰτίαν γενομένην τῷ νικηφόρῳ τῆς νίκης.

c. Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. ἐκ ταύτης δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός.

d. ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐνταῦθα. metr. B

[*]()a. Λίσσομαι παῖ Ζηνός: καταλυθέντων τῶν περὶ Ἱέρωνα ἀθλήσας ἤδη ἐνίκησεν· ὅθεν τὸν ἐλευθέριον Δία . . . . ὡς τῶν Σικελιωτῶν κατελευθερωθέντων τῆς τυραννίδος.