Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Inscr. a. Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζ΄ καὶ [*]() τὴν ἑξῆς οθ΄, Πυθιάδα δὲ κε΄ καὶ Ἴσθμια ὁμοίως. αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κρώσιος· φυγαδευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικελίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γραφεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανερὸν δὲ ὅτι καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν Ἱμέραν.