Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
h. ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων.[*]()
[*]()τέλλεται: ἀντὶ τοῦ τέλλονται οἱ ὕμνοι· ἑνικὸν ἀντὶ πληθυντικοῦ.
[*]()a. καὶ πιστὸν ὅρκιον: σύνθημα. ὁμολόγημα. δύναταί τις ὀμόσαι νενικηκέναι τὸν Ἀγησίδαμον ἀκούων τοῦ ὕμνου.
b. ἄλλως· οἱ ὕμνοι πιστὸν ὅρκιόν εἰσι τῶν ἀρετῶν· οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς οὐδέποτε συμπαρόντες, ἀεὶ δὲ μνείαν πορίζουσιν αὐτοῖς.
τὰ μὲν ἁμετέρα γλῶσσα: ταῦτα οὖν τὰ κατορθώματα [*]() καὶ τὰ ἐγκώμια τῶν ἐν Ὀλυμπίᾳ νενικηκότων καὶ ἡ ἡμετέρα γλῶσσα καὶ Μοῦσα περιέπειν καὶ ἀνυμνεῖν βούλεται.
γλῶσσα ποιμαίνειν θέλει: προστατεῖν, φησὶν, ἡ [*]() γλῶσσά μου τῶν Ὀλυμπιονικῶν θέλει καὶ κατορθοῦν καὶ ἀνυμνεῖν τὰ κατορθώματα τῶν νικησάντων.
a. ἐκ θεοῦ ἀνήρ: καὶ ἡμεῖς, φησι, καὶ οἱ ὕμνοι [*]() καὶ οἱ ἐγκωμιάζοντες τῆς τῶν θεῶν ἐπινοίας δεόμεθα.