Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. κόσμον ἁδυμελῆ κελαδήσω: κελαδήσω τὸν ὕμνον σου τῆς νίκης τῶν Ἐπιζεφυρίων Λοκρῶν φροντίδα [*]() ποιούμενος καὶ μνήμην.

b. ἔθνη δὲ γ΄ Λοκρῶν· Λοκροὶ οἱ Ἐπιζεφύριοι οἱ ἐν τῇ Ἰταλίᾳ· Λοκροὶ Ὀζόλαι οἱ ἐν τῇ Αἰτωλίᾳ· Λοκροὶ οἱ Ἐπικνημίδιοι οἱ ἐν τῇ Εὐβοίᾳ· ὅθεν Αἴας ὁ Ὀιλέως ὑπῆρχε καὶ τὴν ἐπωνυμίαν ἔσχε τὴν τοῦ [*]() Λοκροῦ.

c. γένη δὲ καὶ ἔθνη τῶν Λοκρῶν εἰσι τρία, Ἐπιζεφύριοι, Ὀζόλαι, Ἐπικνημίδιοι. τούτων οἱ μὲν Ἐπιζεφύριοί εἰσιν ἐν τῇ Ἰταλίᾳ, οἱ δὲ Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ, οἱ δ᾿ Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ, ὅθεν Αἴας ὁ Ὀιλέως.[*]()

[*]()a. ἀλέγων: ὑμνῶν. καὶ Ἀλκαῖος (fr. 58; sed potius Alcm. 23, 2)· οὐκ ἐγὼ Λύκον ἐν Μούσαις ἀλέγω. παρὰ τὸ ἀλέγειν καὶ φροντίδα ποιεῖν.

b. ὁ δὲ λόγος οὗτος· τὴν Ἐπιζεφυρίων γενεὰν ὑμνῶν ὅπου συγκωμάζονται μέν σε ἐγγυήσομαι ἀφίξεσθαι εἰς στρατὸν μήτε ἄξενον μήτε καλῶν ἄπειρον.[*]()

[*]()c. ἀλέγων: ἐν φροντίδι ἔχων. μεμνημένος. ἀνυμνῶν.[*]()