Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

σελάνας ἐρατὸν φάος: τοῦτο ἔδει πρῶτον εἰπεῖν [*]() ὅτι πανσελήνου οὔσης ὁ ἀγὼν ἐτέθη. εὐήθως δὲ καὶ οἱ φαντασθέντες ἄχρι δύσεως ἡμέρας αὐτοὺς ἀγωνίζεσθαι.

a. ἀείδετο δέ: τῶν ἐπινίκων λεγομένων ἤχει ἡ [*]() Πίσα.

b. ἀείδετο δὲ πᾶν τέμενος: ἐν δὲ ταῖς εὐωχίαις [*]() περιῄδετο καὶ ἠχεῖτο τὸ πᾶν τέμενος εὐφημιῶν καὶ ὕμνων λεγομένων. οὗτος γὰρ ἐγκωμιαστικὸς τρόπος.

c. ἢ οὕτως· [*]() ἐνεκωμιάζετο ἐκ τῶν νικώντων τὸ τέμενός, φησιν.

ἀρχαῖς δὲ προτέραις ἑπόμενοι: ταῖς οὖν ἀρχαῖς [*]() καὶ τοῖς ἐπιτηδεύμασι τῶν φθανόντων καὶ νῦν ἡμεῖς ἀκολουθοῦντες τὴν ἐπώνυμον τῆς νίκης χάριν, τουτέστι τὸν ἐπινίκιον ὕμνον εἴπωμεν, θαυμάζοντες τήν τε βροντὴν τοῦ Διὸς καὶ τὸν ἔμπυρον αὐτοῦ κεραυνόν.[*]()