Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. σᾶμ᾿ Ἁλιρροθίου: Ἁλιρρόθιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας.
f. τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος (fr. 106)·
ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς.
1.333
ἦν δὲ ὁ Σῆρος τοῦ Ἁλιρροθίου τοῦ Περιήρους καὶ Ἀλκυόνης.[*]()a. Ἁλιρροθίου: ὁ Ἁλιρρόθιος νικῶν ἐπίσημος ἐγένετο. [*]()
b. ὁ δὲ λόγος· ἀπὸ τῆς ἁλιρροθίου Μαντινείας ἐν ἅρματι πρῶτος ἐνίκα· ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος· τὸ γὰρ ἐνίκα πᾶσι τούτοις ὑπακουστέον· εἶτα ἀφ᾿ ἑτέρας ἀρχῆς· ἄκοντι Φράστωρ ἔλασε σκοπόν.