Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. ἄλλως· ἀν ἵπποις τέτρασιν: ἐὰν μὲν γράφηται σᾶμα Ἁλιρροθίου, ἔσται αὐτὸς ὁ Ἁλιρρόθιος ἥκων ὡς ἂν ἐπίσημος ἐγένετο ὁ Ἁλιρρόθιος· ἐὰν δὲ Σᾶμος Ἁλιρροθίου φανερόν· οἷον, Σᾶμος Ἁλιρροθίου ἐνίκησεν. Ἀριστόδημος δέ φησι μὴ δύνασθαι συγχρονεῖν Ἁλιρρόθιον τὸν κατὰ Κέκροπα Ἡρακλεῖ. ἀλλὰ μηδὲ Ἀρκάδα εἶναι, ἀλλ᾿ Ἀθηναῖον· Σῆμον δέ τινα νῦν νενικηκέναι ἅρματι, ὥς φησι Δίφιλος ὁ τὴν Θησηίδα ποιήσας ἔν τινι ἰάμβῳ οὕτω·

τρέψας δὲ πώλους ὡς ὁ Μαντινεῦς Σῆμος, ὃς πρῶτος ἅρματ᾿ ἤλασεν παρ᾿ Ἀλφειῷ.

[*]()c. ἀπὸ Μαντινέας: Μαντινέα πόλις Ἀρκαδίας· σῆμα [*]() δὲ Ἁλιρροθίου περιφραστικῶς ὁ Ἁλιρρόθιος.

d. ἢ σῆμα [*]() ἐπίσημος, φανερός.[*]()

e. σᾶμ᾿ Ἁλιρροθίου: Ἁλιρρόθιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας.

f. τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος (fr. 106)·

ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς.
1.333
ἦν δὲ ὁ Σῆρος τοῦ Ἁλιρροθίου τοῦ Περιήρους καὶ Ἀλκυόνης.[*]()