Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν.

f. τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός.

g. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως.

[*]()h. Μιδέαθεν: ἀπὸ Μιδέας.

[*]()a. στρατὸν ἐλαύνων: καὶ ἡγούμενος . . . . ἣν συνεκρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή.

[*]()b. ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: ὁ δὲ Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν

1.331
αὐτοῦ Τεγέαν· ἔστι δὲ πόλις Ἀρκαδίας· δοξάζων δὲ διὰ τὸ ἀναγορευθῆναι ἀπὸ Τεγέας. προσυπακουστέον τὸ ἠρίστευσεν. ὑπὸ δὲ τούτου τοῦ Ἐχέμου τὸν Ὕλλον φασὶ τελευτῆσαι κατιόντα εἰς Πελοπόννησον.

Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ [*]() πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. ὑφ᾿ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος. (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχεμος θαλερὴν ποιήσατ᾿ ἄκοιτιν.