Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. Ἀλάθεια: τὴν Ἀλήθειαν Διός φησι θυγατέρα εἶναι, ἐπεὶ τούτῳ πρέπει τὸ ἀληθεύειν· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύτητον (Α 526).
b. ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπίπληξιν ἐρύκετε.
[*]()a. ἀλιτόξενον: τὴν τοὺς ξένους βλάπτουσαν.
b. ὅτι καὶ οὗτος εἰς Ἀρχέστρατον ξένον ὄντα ἤλιτεν.
[*]()a. ἐπελθών: ὁ ἐκ πολλοῦ διαστήματος ἐλθών.
b. ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει.
c. πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν, ἡνίκα ἀναμνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν.
[*]()d. ἕκαθε γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος: ὁ προσδοκώμενος μετὰ τὴν ὑπόσχεσιν ἔσεσθαι, καθ᾿ ὃν ἀποδίδωσι τὸν ἐπινίκιον.