Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. καὶ πάγον Κρόνου: Κρόνιον πάγον προσηγόρευσεν.

[*]()c. πάγον Κρόνου: μετὰ ταῦτά, φησι, τὸν Κρόνιον πάγον προσηγόρευσεν οὐκ ἔχοντα πρότερον ὄνομα.

[*]()a. ἇς Οἰνόμαος: ἀντὶ τοῦ ἕως· καὶ ἔστιν ἐπίρρημα χρονικόν.[*]()

[*]()b. τὸ ἇς παρά τισιν ἀντὶ τοῦ ἕως.

[*]()a. βρέχετο: ἀντὶ τοῦ κατεσιωπᾶτο. συνήθως γὰρ τὸ βρέχειν ἐπὶ τοῦ σιωπῆσαι τίθησι. καὶ ἀλλαχοῦ (fr. 240)· [*]() μὴ σιγᾷ βρεχέσθω.

b. τινὲς δὲ οὕτως· ἐκρύπτετο νιφάδι, τῇ περὶ τὸν Οἰνόμαον ἀδοξίᾳ.[*]()

[*]()a. ἐν πρωτογόνῳ τελετᾷ: ἐν τῇ πρώτῃ γεγενημένῃ θυσίᾳ αἱ Μοῖραι ἔστησαν, ὡς ταύτην εὔμοιρον γενέσθαι, καὶ ὁ τὴν ἀλήθειαν πᾶσαν πᾶσι φανερῶν Χρόνος, ἐνδεικνύμενος ὅτι ἐπὶ πολὺν χρόνον τελεσθήσεται.

[*]()b. ταύτᾳ δ᾿ ἐν πρωτογόνῳ τελετᾷ: ἐν δὴ ταύτῃ

1.327
τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων καὶ πρώτῃ τελουμένῃ ἑορτῇ παρεγένοντο μὲν αἱ Μοῖραι αἱ τίμιαι καὶ ὁ τὴν ἀλήθειαν πᾶσι φανερῶν Χρόνος. τοῦτο δὲ εἶπεν ἐνδεικνύμενος ὅτι εὐμοίρως καὶ πολυχρονίως ἡ πανήγυρις τελεσθήσεται.

c. ἄλλως· ἐν ταυτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμπίων [*]() παρέστησαν αἱ Μοῖραι καὶ ὁ Χρόνος τοῖς τόποις. παρείληφε δὲ τὰς Μοίρας καὶ τὸν Χρόνον ὅτι εὔμοιρός τε ὁ ἀγὼν ἔσοιτο καὶ εἰς ἅπαντα τὸν αἰῶνα.