Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. Ἀριστόδημος γράφει ἀντὶ τοῦ Ἆλιν Ἄλτιν· οὕτω γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον καλεῖσθαι, καὶ τὸν Δία ἐξ [*]() ἐπιθέτου Ἄλτιον. | μὴ γὰρ λόγον ἔχειν τὴν ὑπ᾿ αὐτοῦ πεπορθημένην Ἦλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι. ἀλλὰ μηδὲ ἱερὸν εἶναι Διὸς ἐν Ἤλιδι, ἀλλ᾿ ἐν Πίσῃ. ἀπῳκίσθαι δὲ τὴν Πίσαν τῆς Ὀλυμπίας σταδίους ἕξ. Δίδυμος δὲ κατὰ χώραν ἐῶν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν Ἦλιν λέγειν φησίν· οἱ γὰρ Ἠλεῖοι ὑφ᾿ ἑαυτοὺς ποιησάμενοι τοὺς Πισαιάτας Ἦλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα μετέβαλε, τί ἂν εἴη ἐμποδὼν γράφειν Ἆλιν; καὶ Καλλίμαχος δὲ τὴν Ἦλιν Διὸς οἰκίον εἶπεν ἀντὶ τοῦ Πίσαν (fr. 198)· [*]() Ἦλιν ἀνάσσεσθαι Διὸς οἰκίον ἔλλιπε Φυλεῖ·[*]() ἱερὰν δὲ τὴν Ἦλιν ἀντὶ τοῦ Πίσαν. | καὶ τὸν ἐν Πίσῃ δὲ Δία Ἠλεῖον εἶπε Καλλίμαχος (fr. 99)· Ἄλιος ὁ Ζεύς.[*]()

1.325

d. Ἄλτιν μὲν ὅ γ᾿ ἐν καθαρῷ διέκρινε: τὴν μὲν [*]() Ἦλιν ἢ Ἄλτιν καθιέρωσε τῷ θεῷ, | τὸ δὲ κύκλῳ δάπεδον [*]() αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()

e. ἄλλως· Ἄλτιν τὸ [*]() ἄδυτον, κατὰ δέ τινας τὸν νεὼν, κατὰ δὲ ἐνίους ὄνομα χωρίου.

f. γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ, [*]() τὸν δὲ κύκλῳ τόπον αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()