Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Ἄλτιν: ὁ νοῦς· τὴν μὲν Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον συμπόσιον ἐποίησεν.

b. οἱ περὶ Ἀριστόδημον καὶ Λεπτίνην καὶ Διονύσιον γράφουσιν Ἄλτιν. μὴ γὰρ πρέπον ἐστὶ τὴν ἄρτι πεπορθημένην Ἦλιν ἱερὰν γενέσθαι τῷ Διί· καὶ λόγον ἔχει τὸ τοῦ Διὸς ἱερὸν ἱδρύσθαι ἐν Πίσῃ. οὐ γὰρ ἐν Ἤλιδι οἱ ἐρχόμενοι ἐπὶ τὴν πανήγυριν θοινῶνται, ἀλλὰ ἐν Πίσῃ. τὸ γὰρ ἐν κύκλῳ τοῦ ἱεροῦ καταγωγαῖς διείληπτο. διῴκισται δὲ ἡ Πίσα τῆς Ὀλυμπίας γ΄ σταδίους. Ἄλτιν οὖν γραπτέον· οὕτως γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον ἐκάλουν.

[*]()c. Ἀριστόδημος γράφει ἀντὶ τοῦ Ἆλιν Ἄλτιν· οὕτω γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον καλεῖσθαι, καὶ τὸν Δία ἐξ [*]() ἐπιθέτου Ἄλτιον. | μὴ γὰρ λόγον ἔχειν τὴν ὑπ᾿ αὐτοῦ πεπορθημένην Ἦλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι. ἀλλὰ μηδὲ ἱερὸν εἶναι Διὸς ἐν Ἤλιδι, ἀλλ᾿ ἐν Πίσῃ. ἀπῳκίσθαι δὲ τὴν Πίσαν τῆς Ὀλυμπίας σταδίους ἕξ. Δίδυμος δὲ κατὰ χώραν ἐῶν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν Ἦλιν λέγειν φησίν· οἱ γὰρ Ἠλεῖοι ὑφ᾿ ἑαυτοὺς ποιησάμενοι τοὺς Πισαιάτας Ἦλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα μετέβαλε, τί ἂν εἴη ἐμποδὼν γράφειν Ἆλιν; καὶ Καλλίμαχος δὲ τὴν Ἦλιν Διὸς οἰκίον εἶπεν ἀντὶ τοῦ Πίσαν (fr. 198)· [*]() Ἦλιν ἀνάσσεσθαι Διὸς οἰκίον ἔλλιπε Φυλεῖ·[*]() ἱερὰν δὲ τὴν Ἦλιν ἀντὶ τοῦ Πίσαν. | καὶ τὸν ἐν Πίσῃ δὲ Δία Ἠλεῖον εἶπε Καλλίμαχος (fr. 99)· Ἄλιος ὁ Ζεύς.[*]()

1.325

d. Ἄλτιν μὲν ὅ γ᾿ ἐν καθαρῷ διέκρινε: τὴν μὲν [*]() Ἦλιν ἢ Ἄλτιν καθιέρωσε τῷ θεῷ, | τὸ δὲ κύκλῳ δάπεδον [*]() αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()

e. ἄλλως· Ἄλτιν τὸ [*]() ἄδυτον, κατὰ δέ τινας τὸν νεὼν, κατὰ δὲ ἐνίους ὄνομα χωρίου.

f. γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ, [*]() τὸν δὲ κύκλῳ τόπον αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()

g. ἄλλως· Ἄλτιν τὸ στάδιον· ἐκλήθη δὲ οὕτως διὰ τὸ ἅλλεσθαι [*]() ἐν αὐτῷ τοὺς ἀθλοῦντας.