Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. κἀκεῖνος ἀβουλίαις: ἀντὶ τοῦ ὕστατος τῆς ἁλώσεως ἀπέθανεν.

b. τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν.

[*]()c. κἀκεῖνος ἀβουλίαις: ὁ γοῦν Αὐγείας διὰ τὴν οἰκείαν ἄνοιαν περὶ τὰ τελευταῖα τῆς ἁλώσεως περιτυχὼν

1.323
τῷ Ἡρακλεῖ οὐκ ἠδυνήθη τὸν μέγιστον καὶ χαλεπώτατον θάνατον ἐκφυγεῖν.

a. ὁ δ᾿ ἄρ᾿ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατόν: [*]() ἐν χωρίῳ τινὶ χωριζομένῳ τῆς Ὀλυμπίας κατὰ τὴν τῶν γεωγράφων βουλὴν σταδίους τρεῖς.

b. ὁ δὲ νοῦς· ὁ δὲ δὴ τοῦ Διὸς ἰσχυρότατος υἱὸς συναγαγὼν καὶ κατασχὼν ἐν τῇ Πίσᾳ, ἤτοι τῇ Ἤλιδι, τὸν ὅλον αὐτοῦ στρατὸν καὶ τὴν πᾶσαν λείαν, οὕτω λοιπὸν κατεσκεύαζε τὸ θεῖον τοῦ Διὸς ἄλσος.

c. ἔλσας ὅλον στρατόν: ὁ Ἡρακλῆς.

d. συνδήσας. [*]() συγκλείσας. κατασχών. καθιδρύσας.