Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. νεῖκος δὲ κρεισσόνων: τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. καὶ Ὅμηρος (Α 80)·

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.

[*]()b. νεῖκος δὲ κρεσσόνων: παραφράζει τὸ Ὁμηρικόν (Α 80)·

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.

c. ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολεμεῖν.[*]()

d. ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι.