Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. εἰς ῥεῦμα ἄτης ἐμπεσοῦσαν.[*]() |

e. ἵζοισαν δὲ, ἐπικαθημένην.

[*]()f. ἑὰν πόλιν: τὴν πόλιν φασὶ καλεῖσθαι Φύκτεον ἀπό τινος Φυκτέως, οὗ μέμνηται καὶ Ἡσίοδος (fr. 97) οὕτω·

τὴν δ᾿ Ἀμαρυγκείδης Ἱππόστρατος, ὄζος Ἄρηος, Φυκτέος ἀγλαὸς υἱὸς, Ἐπειῶν ὄρχαμος ἀνδρῶν.[*]()

[*]()a. νεῖκος δὲ κρεισσόνων: τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. καὶ Ὅμηρος (Α 80)·

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.

[*]()b. νεῖκος δὲ κρεσσόνων: παραφράζει τὸ Ὁμηρικόν (Α 80)·

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.