Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἐφ᾿ ὁδῷ: διχῶς, ἐφ᾿ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφόδῳ, [*]() τῇ ἐνέδρᾳ.

b. ἐφόδῳ: ἤτοι ἐνέδρᾳ.[*]()[*]()

a. ὅτι πρόσθε ποτὲ Τιρύνθιον: τουτέστιν ὅτι [*]() πολλοὺς συστρατεύσαντας αὐτῷ ἀπέκτειναν. οἱ δὲ ἀποθανόντες ἐν τῇ μάχῃ Τελαμὼν, Χαλκώδων καὶ Ἰφικλῆς ὁ πρεσβύτατος αὐτοῦ ἀδελφός.

b. Τιρύνθιον Ἀργεῖον· Τίρυνς [*]() γὰρ πόλις Ἄργους.[*]()

Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ. [*]()

a. καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶν: [*]() ξεναπάτην αὐτόν φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην.

b. ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν.[*]()