Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν [*]() αὐτούς.

e. ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. A 151)·

1.321
ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν.

f. ἀπέκτεινε δὲ αὐτοὺς | πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα.[*]()[*]()

g. τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ [*]() γεγενημένου ὁ Πίνδαρός φησιν.[*]()

a. ἐφ᾿ ὁδῷ: διχῶς, ἐφ᾿ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφόδῳ, [*]() τῇ ἐνέδρᾳ.

b. ἐφόδῳ: ἤτοι ἐνέδρᾳ.[*]()[*]()

a. ὅτι πρόσθε ποτὲ Τιρύνθιον: τουτέστιν ὅτι [*]() πολλοὺς συστρατεύσαντας αὐτῷ ἀπέκτειναν. οἱ δὲ ἀποθανόντες ἐν τῇ μάχῃ Τελαμὼν, Χαλκώδων καὶ Ἰφικλῆς ὁ πρεσβύτατος αὐτοῦ ἀδελφός.

b. Τιρύνθιον Ἀργεῖον· Τίρυνς [*]() γὰρ πόλις Ἄργους.[*]()

Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ. [*]()