Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[ἐκτίσσατ᾿ ἐπεὶ Ποσειδάνιον:] Κτέατος καὶ Εὔρυτος [*]() ἀδελφοὶ, τῷ μὲν λόγῳ Ἄκτορος καὶ Μολιόνης, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος καὶ Μολιόνης. οὗτοι συνεστρατεύσαντο Αὐγείᾳ, καὶ ἐπειδὴ εἰς τὸν μισθὸν τῆς ἐκχύσεως τῆς ὄνθου ἠδικεῖτο Ἡρακλῆς, ἀποκαθάρας μὲν τὴν κόπρον, ἀποστερούμενος δὲ τοῦ συμφωνηθέντος μισθοῦ, τούτους λοχήσας ἐν Κλεωναῖς τοῦ Ἄργους ὁ Ἡρακλῆς προανεῖλεν, ἵν᾿ εὐαλώτερος αὐτῷ μονωθεὶς ὁ Αὐγείας γένηται. ἦν δὲ ὁ μισθὸς ἡ δεκάτη τῶν βοῶν.[*]()