Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἄπονον δ᾿ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λαβόντος [*]() τὴν νίκην. οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι.

b. ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων.

c. τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800)·

ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.

d. ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος [*]() μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες.

e. ἢ οὕτως· οὐδένες [*]() χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου.

f. οὐδένες πρὶν [*]() ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος.