Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν ἐν [*]() Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι καὶ Ἐπιζεφύριοι· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ᾿ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ . . . ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς.

b. μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ [*]() τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ᾿ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. Καλλίμαχος (fr. 541)· ὃς Ἰταλὴν ἐφράσατ᾿ ἁρμονίην.

a. Κυκνέα μάχη: ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς [*]() φυγὼν αὖτις ἀνεῖλε, Στησίχορος (fr.12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ φησίν. διὰ τὸν Ἀγησίδαμον δὲ εἰκότως ἡ

1.316
ἱστορία· οὗτος γὰρ καταλύειν ἤδη προῃρημένος ὑπὸ τοῦ ἀλείπτου ἀνερρώσθη παραθήξαντος αὐτόν.

[*]()b. τράπε δὲ Κυκνέα μάχα: ἐτράπη δὲ καὶ ὑπεχώρησεν ἐν τῇ πρὸς τὸν Κύκνον μάχῃ ὁ μέγιστος Ἡρακλῆς, παρορμήσαντος Ἄρεος τὸν Κύκνον. ἐμαχέσατο δὲ Ἡρακλῆς ὅτι κακόξενος ἦν Κύκνος καὶ ἐν παρόδῳ τῆς Θεσσαλίας οἰκῶν ἀπεκαρατόμει τοὺς παριόντας ναὸν τῷ Ἀπόλλωνι βουλόμενος ἐκ τῶν κεφαλῶν οἰκοδομῆσαι, καὶ αὐτῷ παριόντι ἐπιβουλεῦσαι ἠθέλησε. συστάσης οὖν αὐτοῖς μάχης ἐφυγάδευσεν Ἡρακλῆς, συμβαλλομένου Ἄρεος τῷ παιδὶ Κύκνῳ. ἀλλ᾿ ὕστερον Ἡρακλῆς καὶ τοῦτον ἀπέκτεινε. Στησίχορος [*]() (fr. 12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ ἱστορεῖ.

c. τοιγάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο. [*]()

d. ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.[*]()

[*]()[ὑπέρβιον Ἡρακλέα:] ὡς Ἡρακλέα τραπέντα ἀνέρρωσεν ἡ Ἀθηνᾶ, οὕτως καὶ τὸν Ἀγησίδαμον ὁ Ἰόλαος.[*]()

[*]()a. Ἰολάῳ φερέτω χάριν: ἐτράπη μὲν ἐν τῇ μάχῃ τοῦ Κύκνου ὁ Ἡρακλῆς. ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἄπόλλωνι ποιῆσαι βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς

1.317
νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος.[*]()

b. Ἰόλᾳ φερέτω χάριν: οὕτω, φησὶ, τῷ Ἰόλᾳ χάριν [*]() ἐχέτω ὁ Ἀγησίδαμος ὁ πύκτης, ὥσπερ Πάτροκλος τῷ Ἀχιλλεῖ. τοῖς γὰρ ὅπλοις ἠρίστευσε τοῖς ἐκείνου.

ὡς Ἀχιλεῖ Πάτροκλος: ὁ γὰρ Ἀχιλλεὺς τοῖς [*]() ἰδίοις ὅπλοις κοσμήσας Πάτροκλον καὶ παραθαρρύνας ἔπεμψεν εἰς τὸν πόλεμον.[*]()