Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν ἐν [*]() Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι καὶ Ἐπιζεφύριοι· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ᾿ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ . . . ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς.

b. μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ [*]() τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ᾿ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. Καλλίμαχος (fr. 541)· ὃς Ἰταλὴν ἐφράσατ᾿ ἁρμονίην.