Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ὅπα κῦμα: οἱ μὲν ὅπου, οἱ δὲ ὅκως. [*]()

a. κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν [*]() ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπίφορός ἐστιν εἰς τὸ λέγειν.

b. κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν [*]() λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων.

c. ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν [*]() προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ.[*]()

φίλαν ἐς χάριν: εἰς χάριν, φησὶ, τοῦ νενικηκότος· [*]() ἵν᾿ ᾖ δῆλον ὅτι καθαρεῖ καὶ ἀποτρίψει τὸ ὄφλημα.[*]()

a. νέμει γὰρ ἁ τραχεῖα πόλις: ἀντὶ τοῦ εὐνομεῖται· [*]() διὸ δεῖ χαρίζεσθαί με τὸν ὕμνον.

b. ἢ νέμει. οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιάζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μουσικῇ καὶ πολέμῳ διαφέρουσιν.