Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

k. ἢ οὕτως· [*]() λείπει τὸ ἴδωμεν ἢ θεωρήσωμεν.

l. νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατακλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ᾿ ἡμῶν [*]() ἑλισσομένην λοιδορίαν.

m. ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσφιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν.[*]()

n. ἑλισσομέναν: κυλιομένην. [*]()

1.313

a. ὅπα κῦμα κατακλύσει: τινὲς τὸ ὅπα ἀντὶ τοῦ [*]() ὥς νῦν παραλαμβάνουσιν.

b. ὅπα κῦμα: οἱ μὲν ὅπου, οἱ δὲ ὅκως. [*]()

a. κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν [*]() ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπίφορός ἐστιν εἰς τὸ λέγειν.

b. κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν [*]() λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων.

c. ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν [*]() προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ.[*]()

φίλαν ἐς χάριν: εἰς χάριν, φησὶ, τοῦ νενικηκότος· [*]() ἵν᾿ ᾖ δῆλον ὅτι καθαρεῖ καὶ ἀποτρίψει τὸ ὄφλημα.[*]()