Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.

c. νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει [*]() ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον

1.312
δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ.

d. τινὲς δὲ [*]() πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα.

e. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. [*]()

f. ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνον ῥεῦμα ὡς κῦμα.[*]()[*]()

g. ἄλλως· νῦν ψᾶφον ἑλισσομέναν: νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον [*]() κῦμα, | ὅταν τὸν κοινὸν λόγον, τουτέστι τὸ ποίημα, πρὸς [*]() χάριν ἀποτίσωμεν.

h. προσυπακουστέον δὲ τὸ ὥς, ἵν᾿ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα καταλύσει αὐτήν. [*]()

i. ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατακλύζει,[*]() οὕτω καὶ τὸν ἐπίνικον ἀποδώσομεν.