Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἰδέᾳ τε καλόν: καὶ τῇ ὥρᾳ τοῦ σώματος ἐναβρυνόμενον [*]() καὶ τῷ κάλλει.

a. ὥρᾳ τε κεκραμένον: καὶ τῷ κάλλει τοῦ σώματος [*]() ἀναλόγως συγκεκραμένον καὶ φαιδρυνόμενον τῇ τούτου ὥρᾳ.

b. ἅ ποτ᾿ ἀναιδέα: ἥτις ὥρα ποτὲ τὸν ἀναιδῆ [*]() θάνατον ἀπεκώλυσε τοῦ Γανυμήδους ἅμα τῇ Ἀφροδίτῃ. | Ὅμηρος (Υ 234)· [*]()

τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν᾿ ἀθανάτοισι μετείη.

c. ἄλλως· ἡ ὥρα, φησὶ, τῆς ἡλικίας τῷ Γανυμήδει θάνατον [*]() ἄλαλκε· | καὶ γὰρ δι᾿ αὐτὴν καὶ διὰ τὸ κάλλος ἀθάνατος [*]() ἐγένετο.[*]()

τέλος Ἀγησιδάμου. [*]()

1.342

[*]() Τῷ αὐτῷ τόκος.

[*]() Τοῦ ια΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ς΄, ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβέλεγος τῆς τελευταίας εἰς τὴν ἀρχὴν μετατεθείσης. τὸ β΄ ὅμοιον τῷ α΄ παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γ΄ τὸ αὐτὸ παρὰ τὸν τελευταῖον πόδα. τὸ δ΄ μικτὸν ἐκ διμέτρου τροχαϊκοῦ καὶ ἡμίσεος ἔπους. τὸ ε΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον εἰς ἴαμβον Πινδαρικῷ ἔθει. τὸ ς΄ ἰαμβέλεγος.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δίμοιρον ἔπους. τὸ γ΄ ἰαμβέλεγος παρὰ τὴν πρώτην συλλαβήν. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ ἐγκωμιολογικὸν ἐπιλαμβάνον. τὸ η΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον.

τὸ θ΄ Εὐριπίδειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

[*]()Inscr.a. τόκος ἐπιγέγραπται, ἐπειδὴ ἐν προσθήκης μέρει τελευταῖον γέγραφε, καθάπερ καὶ ἐπὶ τῶν δανεισμάτων τὸ προστιθέμενον ἐκτὸς τοῦ ἀρχαίου. τόκος δὲ κέκληται παρὰ [*]() τὸ ἐπιτετέχθαι καὶ ἐπιγεγενῆσθαι τῷ ἀριθμῷ.

Inscr.b. τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον.

1.343

a. ἔστιν ἀνθρώποις: ὁ λόγος· καιρός ἐστι τοῖς ἀνθρώποις [*]() ὅτε χρεία γένηται ἀνέμων, ὅ,τι ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει, καὶ γεωργοῖς ὄμβρου· τότε δηλονότι ἐπινίκων ὕμνων καὶ ἐγκωμίων . . . .

b. . . . ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται.

c. ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις: [*]() ἔστι καιρὸς τοῖς ἀνθρώποις, φησὶν, ὅτε πλείστη χρεία γίνεται ἀνέμου, | οἷον ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει· [*]() ἔστι δὲ ὅτε καὶ οὐρανίων ὄμβρων τοῖς γηπονοῦσι χρεία· οὕτω δηλονότι καὶ τοῖς ἀθληταῖς ἐγκωμίων.