Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς [*]() καὶ οὐ παλλακίδος.
b. ὁ δὲ νοῦς· ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς [*]() ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς | πατρὶ γεννηθεὶς ἤδη [*]()
c. ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς [*]() πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· [*]() τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα [*]() λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.
d. τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας.
e. εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ᾿ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι.
[*]()a. τοὔμπαλιν: εἰς τὸ ἐναντίον τῆς νεότητος.
b. τουτέστι γεγηρακώς.
c. θερμαίνει: ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν.