Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. ἀντιάξει μελέων: ἀπαντήσει. ἀντηχήσει.

d. ὁ δὲ ὕμνος τρυφηλῶς καὶ ἡδέως μετὰ αὐλῶν ῥηθήσεται. [*]()[*]()

1.337

a. Δίρκᾳ: καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ [*]() πρῶτον τῆς ὁμολογίας τοῦ γράψαι τὸ ἐγκώμιον. καὶ νῦν ἀπὸ τῆς Δίρκης [τὴν Θήβην φησὶ] καὶ ἐν Θήβῃ φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς τὸν ἐπίνικον μετὰ πολὺν χρόνον τῆς ὁμολογίας.

b. τὰ παρ᾿ εὐκλεεῖ Δίρκᾳ: ἅτινα μέλη ἐν τῇ [*]() ἐνδόξῳ Δίρκῃ, ἤτοι Θήβαις, ἐν πλείονι μὲν χρόνῳ τῆς προσδοκίας ἐφάνη καὶ ἐγράφη· | ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς ὁ ἐπίνικος [*]() τῷ λαβόντι ὥσπερ παῖς γνησίας γυναικὸς καὶ οὐ παλλακίδος πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι.

c. ἄλλως· [*]() Δίρκη πηγὴ ἐν Θήβαις.

d. κεχρονικέναι μέν φησι καὶ ἐν [*]() ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαίνων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον.

e. ἅπερ μέλη [*]() χρόνῳ ἐφάνη ἐν Βοιωτίᾳ. ἐπεὶ μετὰ χρόνον ἔγραψε τὸ ποίημα.[*]()

a. ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς [*]() καὶ οὐ παλλακίδος.

b. ὁ δὲ νοῦς· ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς [*]() ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς | πατρὶ γεννηθεὶς ἤδη [*]()

1.338
[*]() γεγηρακότι.[*]()

c. ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς [*]() πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· [*]() τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα [*]() λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.