Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

βαθὺ χρέος: μέγιστον ὄφλημα τὸν ὕμνον λέγει. [*]()

ὅμως δέ γε λῦσαι δυνατός: ὅμως ἠρεθισμένην [*]() τὴν τῶν θνητῶν ἐπιμομφὴν δυνατὸς ὁ τόκος ἐστὶ λῦσαι. ὀξεῖαν γὰρ τὴν ἠρεθισμένην ἢ τὴν εὐεπίφορον· ὁ δὲ ὀφείλων ἐπιδιδοὺς τόκον ἄμεμπτος γίνεται· φιλοκερδεῖς γὰρ οἱ ἄνθρωποι.

a. νῦν ψᾶφον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον [*]() δὲ ἔξωθεν τούτῳ. ἰδίωμα δέ ἐστι Πινδάρου οὕτως ἐλλείπειν τὸ ὥς. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον ἐπ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην καὶ ἐπιφερομένην μοι μέμψιν ἐκκλύσω καθάπερ ψῆφον.

b. ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.

c. νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει [*]() ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον

1.312
δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ.

d. τινὲς δὲ [*]() πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα.

e. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. [*]()

f. ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνον ῥεῦμα ὡς κῦμα.[*]()[*]()

g. ἄλλως· νῦν ψᾶφον ἑλισσομέναν: νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον [*]() κῦμα, | ὅταν τὸν κοινὸν λόγον, τουτέστι τὸ ποίημα, πρὸς [*]() χάριν ἀποτίσωμεν.