Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. καὶ Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 540)· σὲ δ᾿ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λόγους.[*]()

f. ἔστι δὲ τροπικῶς ταῦτα.[*]()

g. τὸν Ὀλυμπιονίκαν: ἀπὸ τῆς ἀρχῆς τοῦ προοιμίου [*]() ὁ Πίνδαρος δῆλός ἐστιν ὅτι πρὸ πολλοῦ μὲν ἠξίωτο γράψαι, ὑπερθέμενος δὲ νῦν ὡς ἐξ ὑπομνήσεως ἀποδοῦναι βούλεται τὸν ὕμνον.[*]()

h. ἀναγνωρίσατέ μοι καὶ εἰς μνήμην τὴν ἐμὴν ἀγάγετε [*]() τὸν Ὀλυμπιονίκην τὸν τοῦ Ἀρχεστράτου υἱὸν, καὶ εἴπατε ἐν ποίῳ μέρει μου τῆς διανοίας κεχάρακται. χρεωστῶν γὰρ αὐτῷ ὕμνον γλυκὺν, ὦ Μοῦσαι, ἐπελαθόμην μέχρι τοῦ παρόντος.[*]()