Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον [*]() ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι.

c. ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ [*]() ἐκτός.

d. ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκταρος [*]() καὶ ἐξεῖπε τὰ μυστήρια τῶν θεῶν. | ὁ οὖν Εὐριπίδης φησίν (l. c.)·

ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.

e. ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι᾿ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀποθανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται.