Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ἄλλως· τάν οἱ πατήρ: ἐπικρέμαται αὐτῷ λίθος· [*]() εἶτα τοῦτο μενοινῶν καὶ κατὰ ψυχὴν ἔχων, ὡς ἐπιπεσὼν ὁ λίθος διαφθερεῖ αὐτὸν, τῆς εὐφροσύνης ἀλᾶται, | προσδοκῶν [*]() ἀεὶ τὴν κεφαλὴν αὐτοῦ βληθήσεσθαι.[*]()

a. ἔχει δ᾿ ἀπάλαμνον βίον: ἀπάλαμνον τὸν δεινὸν, [*]() πρὸς ὃς οὐκ ἔστι παλαμήσασθαι.

b. περὶ οὗ οὐδεὶς δύναται χεῖρα αὐτῷ ἐπαγαγεῖν βοηθόν.[*]()

ἐμπεδόμοχθον: διηνεκῶς μοχθηρόν. ἠσφαλισμένον [*]() τῷ μόχθῳ καὶ τῇ λύπῃ.[*]()

1.40

[*]()a. μετὰ τριῶν τέταρτον: ἢ ὅτι ἐν Ἅιδου μετὰ τριῶν τετάρτος κολάζεται, Σισύφου, Τιτυοῦ, Ἰξίονος.

b. ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον [*]() ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι.

c. ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ [*]() ἐκτός.