Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. κόρῳ δ᾿ ἕλεν ἄταν ὑπέροπλον: διὰ δὲ τὸν κόρον μεγάλως ἐβλάβη λίθῳ παλαίσας.
b. ἄλλως· κόρῳ
c. διὰ γὰρ τοῦ κόρου, φησὶ, προσείληφε τὴν ἄτην, ἀδυνατήσας κατασχεῖν τὴν εὐδαιμονίαν.
d. τίκτει τοι κόρος ὕβριν (paroem. I, 308. II, 218).[*]()
a. περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως [*]()λέγουσιν· οἱ μὲν γὰρ αὐτόν φασιν ὑποκεῖσθαι Σιπύλῳ τῷ Λυδίας ὄρει, αἰτίαν τινὰ προστιθέντες, ὡς Πανδάρεως ὁ Μιλήσιος ἀποκλέψας τὸν κύνα τῆς Κρήτης, ὃν ὁ Ζεὺς φύλακα τοῦ ἱεροῦ κατέστησε, παρατεθειμένος εἴη τῷ Ταντάλῳ. τὸν δὲ Δία ἀποστεῖλαι Ἑρμῆν πειρώμενον τοῦ ὑποδεξαμένου· τὸν δὲ μᾶλλον ψευδόμενον καὶ ἑλέσθαι ἐπιορκῆσαι, ὡς οὐκ ὄντος παρ᾿ αὐτῷ τοῦ κυνός· παὶ οὕτω τὸν Δία ἐπιθεῖναι κατ᾿ αὐτοῦ Σίπυλον τὸ ὄρος, ὅπερ ἐστὶ τὸν λίθον. οἱ δὲ, ὧν ἐστι καὶ Εὐριπίδης (Or. 10)·
ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.Ὅμηρος δὲ αὐτὸν ἑτέρως ὑποτίθεται τιμωρεῖσθαι (λ 582)·
ἑσταότ᾿ ἐν λίμνῃ, ἡ δὲ προσέπλαζε γενείῳ· στεῦτο δὲ διψάων, πιέειν δ᾿ οὐκ εἶχεν ἑλέσθαι,καὶ τὰ ἑξῆς· πλὴν εἰ μὴ κατὰ τὸν Ἀρίσταρχον νόθα εἰσὶ τὰ ἔπη ταῦτα. καὶ Ἀλκαῖος δὲ αὶ Ἀλκμὰν λίθον
ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχας, Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.καὶ πάλιν δι᾿ ἄλλων βῶλον λέγοντα οὕτως (Or. 982)·
μόλοιμι τὰν οὐρανοῦ μέσον χθονὸς τεταμέναν αἰωρήμασι πέτραν1.39ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου, ἵν᾿ ἐν θρήνοισιν ἀναβοάσω γέροντι πατρὶ Ταντάλῳ.[*]()