Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ὡς δὲ ἄφαντος ἔπελες: ὡς δὲ ἀφανὴς ἐγένου, [*]() καὶ οἱ ζητοῦντές σε κενοὶ καὶ ἄπρακτοι ὑπέστρεψαν, μὴ ἀγαγόντες σε τῇ μητρὶ Εὐρυανάσσῃ τὸ ὄνομα, οἱ γείτονες διαδεδώκασιν ὑπὸ τοῦ πατρός σε κατακεκόφθαι τοῖς θεοῖς εἰς εὐωχίαν, ψευδῆ λέγοντες.[*]()

b. ὡς δὲ ἄφαντος: ἀφανὴς ὑπὸ τοῦ Ποσειδῶνος. [*]()[*]()

a. ἔννεπε κρυφᾷ τις αὐτίκα: ἕνα φησὶ τῶν [*]() γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη.[*]()

b. κρυφᾶ: Δωρικῶς ἀντὶ τοῦ κρύφα.

c. ἁρπαγῆναι [*]() δέ φησι Πέλοπα ὑπὸ Ποσειδῶνος, εἶτα ἕνα τῶν γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη.

a. ὕδατος ὅτι σε πυρὶ ζέοισαν: τουτέστιν εἰς [*]() ὕδωρ ἀκμαίως ζέον, εἰς θερμὸν, κατὰ μέλη τεμόντες ἐμβεβλήκασι, καὶ τὸ τελευταῖον ἐν ταῖς τραπέζαις παραθέντες καὶ μερίδας ποιήσαντες βεβρώκασιν.

b. ἄλλως· ζέοισαν ἀκμάν, τὴν ζέσιν τοῦ ὕδατος· [*]() ἐπεὶ τὴν αὐτὴν ἔχει δύναμιν τῷ σιδήρῳ τὸ πῦρ.[*]()