Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἔνθα δευτέρω χρόνῳ: δευτέρῳ ἀντὶ τοῦ ὑστέρῳ. προτέρῳ δὲ ἐχρῆν εἰπεῖν· πρεσβύτερος γὰρ Γανυμήδης Πέλοπος, [*]() ὡς ἔστιν ἐκ τῶν ἐπιγόνων τεκμήρασθαι. | Ἕκτωρ γὰρ καὶ Ἀγαμέμνων· Ἀτρεὺς καὶ Πρίαμος· Πέλοψ καὶ Λαομέδων. καὶ πάλιν Λαομέδων, οὗ Πρίαμος, οὗ Ἕκτωρ· Πέλοπος δὲ Ἀτρεὺς, οὗ Ἀγαμέμνων ὁ κατὰ τὸν Ἕκτορα. προανήρπασται οὖν Γανυμήδης Πέλοπος. καθ᾿ ὑπερβατὸν οὖν αὐτὸ ἀκουστέον, ὅπως ἐπὶ τοῦ Πέλοπος λέγηται, [*]() καὶ ἔστι τὸ ὑπερβατὸν οὕτως· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον.[*]() [*]() οὕτως· ὁπότ᾿ ἐκάλεσε πατὴρ ἐπὶ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, τότε ἀγλαοτρίαιναν μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦλθε καὶ Γανυμήδης.[*]()