Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. μεταβιβάσαι, μεταγαγεῖν.

[*]()ὕπατον εὐριτίμου: ὕπατον τὸ ὑπεροχώτατον. [*]()

[*]()ποτὶ δῶμα Διός: καθ᾿ ὑπερβατὸν νοείσθω· Γανυμήδης γὰρ πρεσβύτερος Πέλοπος. καὶ ἔστι τὸ ὑπερβατὸν οὕτω· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον.

[*]()ἔνθα δευτέρω χρόνῳ: δευτέρῳ ἀντὶ τοῦ ὑστέρῳ. προτέρῳ δὲ ἐχρῆν εἰπεῖν· πρεσβύτερος γὰρ Γανυμήδης Πέλοπος, [*]() ὡς ἔστιν ἐκ τῶν ἐπιγόνων τεκμήρασθαι. | Ἕκτωρ γὰρ καὶ Ἀγαμέμνων· Ἀτρεὺς καὶ Πρίαμος· Πέλοψ καὶ Λαομέδων. καὶ πάλιν Λαομέδων, οὗ Πρίαμος, οὗ Ἕκτωρ· Πέλοπος δὲ Ἀτρεὺς, οὗ Ἀγαμέμνων ὁ κατὰ τὸν Ἕκτορα. προανήρπασται οὖν Γανυμήδης Πέλοπος. καθ᾿ ὑπερβατὸν οὖν αὐτὸ ἀκουστέον, ὅπως ἐπὶ τοῦ Πέλοπος λέγηται, [*]() καὶ ἔστι τὸ ὑπερβατὸν οὕτως· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον.[*]() [*]() οὕτως· ὁπότ᾿ ἐκάλεσε πατὴρ ἐπὶ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, τότε ἀγλαοτρίαιναν μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦλθε καὶ Γανυμήδης.[*]()

[*]()Ζηνὶ τωὔτ᾿ ἐπὶ χρέος: διὰ τὴν αὐτὴν χρείαν καὶ ἐπιθυμίαν.[*]()

1.35

a. ὡς δὲ ἄφαντος ἔπελες: ὡς δὲ ἀφανὴς ἐγένου, [*]() καὶ οἱ ζητοῦντές σε κενοὶ καὶ ἄπρακτοι ὑπέστρεψαν, μὴ ἀγαγόντες σε τῇ μητρὶ Εὐρυανάσσῃ τὸ ὄνομα, οἱ γείτονες διαδεδώκασιν ὑπὸ τοῦ πατρός σε κατακεκόφθαι τοῖς θεοῖς εἰς εὐωχίαν, ψευδῆ λέγοντες.[*]()