Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν.

[*]()e. γαρύεν: φωνεῖν. καταλέγειν. διακρίνειν. ὑμνεῖν. Δωρικῶς δὲ τὸ γαρύεν, τοῦ ι ἐκλείψαντος.

[*]()f. τὸ δὲ γαρύεν γαρύειν λέγει, καὶ ἔστιν ἀποβολὴ τοῦ ι, ὅπερ ἔθος Δωριέων. ἡ δὲ γῆρυς ὅτι ἐπὶ τῆς φωνῆς εἴρηται, εὑρήσομέν καὶ παρ᾿ Ὀμήρῳ (Δ 437)·

οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρυς.