Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. εἰ δ᾿ ἄεθλα γαρύειν: ἆθλα νῦν εἴρηκε τὰ ἀγωνίσματα.
b. ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος (Ψ 273)·
ἱππῆας τάδ᾿ ἄεθλα δεδεγμένα κεῖτ᾿ ἐν ἀγῶνι.
[*]()c. ἄλλως· ἄεθλα ἀγωνίσματα, περιφραστικῶς τοὺς ἀγῶνας.
d. πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν.