Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἱππιοχάρμαν: τὸν τῇ ἱππικῇ χαίροντα. [*]()

b. καλῶς τὸ ἐπίθετον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, | ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονεν ἔργον τὸ τῷ Φερενίκῳ χρήσασθαι, [*]() ἀλλ᾿ ἐπιστήμης καὶ τῆς περὶ τὸ πρᾶγμα ἐπιμελείας.

c. ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περισπῶσιν, [*]() ἵν᾿ ᾖ Συρακοσίων ἱππιοχαρμῶν. | τὸν γὰρ Ἱέρωνα οὐκ εἶναι Συρακούσιον ὅτε ἐνίκα. κτίσαντα γὰρ αὐτὸν τὴν Κατάνην καὶ προσαγορεύσαντα Αἴτνην ἀπ᾿ αὐτῆς [*]() Αἰτναῖον αὐτὸν λέγουσιν. | εὐήθεις δέ φησι Δίδυμος τούτους· τότε γὰρ ὁ Ἱέρων ἦν Συρακούσιος καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. ὁ δὲ Ἀριστόνικος ἀξιοπίστως Αἰτναῖον ὄντα Συρακούσιον ὀνομάζεσθαι.[*]()

[*]()d. γράφεται καὶ ἱππιοχαρμὴν Συρακουσίων καὶ συντάσσεται οὕτως. ἐτυμολογεῖται δὲ ἢ ἀπὸ τοῦ ἵππου καὶ τοῦ χαίρω ἢ ἀπὸ τοῦ χάρμη ἡ μάχη.